Προσευχή Αγιογράφου
Κ ύριε Ἰησοῦ Χριστέ ὁ Θεος ἡμῶν, ὁ ἀπερίγραπτος ὑπάρχων τῇ φύσει τῆς Θεότητος και δια την σωτηρίαν τοῦ ἀνθρώπου ἐπ᾿ ἐσχάτων ἐκ τῆς Παρθένου και Θεοτόκου Μαρίας ἀφράστως σαρκωθεις καi ἀξιώσας περιγράφεσθαι· Ο τoν ἅγιον χαρακτῆρα τῆς ἀχράντου ὄψεως ἐν τῷ ἁγίῳ μανδηλίῳ τυπώσας και δι᾿ αὐτοῦ την νόσον τοῦ τοπάρχου Αὐγάρου ἰασάμενος και την ψυχην αὐτοῦ φωτίσας εἰς την ἐπίγνωσιν σου τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· Ο δια τοῦ Ἁγίου σου Πνεύματος συνετίσας τον θεῖον Ἀπόστολόν σου και Εὐαγγελιστήν Λουκᾶν την μορφην τῆς παναμώμου σου Μητρος διαγράψαι, φερούσης σε ὡς βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, καὶ το «Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος δι ἐμοῦ μετ᾿ αὐτῶν» εἰπούσης, Α ὐτος Δέσποτα Θεέ τῶν ὅλων, φώτισον, συνέτισον την ψυχην την καρδίαν και την διάνοιαν τοῦ δούλου σου Νικολάου και τας χεῖρας αὐτοῦ εὔθυνον προς το ἀμέμπτως και ἀρίστως διαγράφειν το εἶδος τῆς ἐμφερείας σου και τῆς παναχράντου σου Μητρος και πάντων σου τῶν ἁγίων, εἰς δόξαν σην και εἰς φαιδρότητα και ὠραϊσμον τῆς ἁγίας σου Ἐκκλησία